Κυριακή 14 Απριλίου 2013

Κανόνας-Ποίμα Θεοκτίστου μοναχοῦ τοῦ Στουδίτου στην Υπεραγία Θεοτόκο


web statistics

ΗΧΟΣ Δ΄.

ᾨδὴ α.
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Φωτί με τῶν πρεσβειῶν σου φώτισον, Θεογεννήτρια, ἡ γενομένη Μήτηρ τοῦ Φωτός, τοῦ ἀδύτου Πανάχραντε, καὶ φωτισμόν μοι γνώσεως, παρασχεθῆναι καθικέτευσον.

Ὡς οὖσα φωτοειδὴς πανάχραντε, Θεογεννήτρια, φωτιστικαῖς πρεσβείαις σου ἁγνή, σκοτισθέντα με φώτισον, καὶ τοῦ φωτὸς βαδίζειν με, τὰς θείας τρίβους καταξίωσον.

Τὴν νύκτα τῶν λογισμῶν μου φώτισον, φωτί σου πάναγνε, καὶ την ψυχήν μου πύλη του φωτός, φωτοφόρον ἀπέργασαι, ἵνα τὸ φῶς θεάσωμαι, τοῦ φωτοδότου καὶ Θεοῦ ἡμῶν.
Ὁμίχλην μου τῶν παθῶν ἀπέλασον, τὸ φῶς ἡ τέξασα, Θεογεννῆτορ Κόρη ἡ φωτός, προφανῶς ὑπερλάμπουσα, ἡλιακοῦ Πανάχραντε, φωτοκυῆτορ παντευλόγητε.

ᾨδὴ γ΄.
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Συγχώρησιν ἐξαιτῶ, φωτιστικῶν σου πρεσβειῶν Ἄχραντε ἥν συμπαθῶς δίδου μοι, φῶς τὸ ἐκ φωτὸς ἡ κυήσασα.

Διάνοιαν σκοτεινήν, τῇ φωτοφόρῳ σου αὐγῇ φώτισον, σὺ γὰρ φρικτῶς τέτοκας, τοῦ Πατρὸς ἁγνὴ τὸ ἀπαύγασμα.

Οὐκ ἔστιν ἐπὶ τῆς γῆς, ἁμαρτωλότερος ἐμοῦ Πάναγνε, ὅθεν βοῶ φώτισον, πύλη τοῦ φωτός, τὴν καρδίαν μου.

Χωρίον φωτοειδές, τῆς ὑπερφώτου ἀληθῶς φύσεως φῶς θεϊκὸν ἄχραντε, καὶ φωτὸς ἀκτίνα παράσχου μοι.


ᾨδὴ δ΄.
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἐκ νεότητός μου πάναγνε φωτοτόκε, ταῖς ἡδοναῖς ῥερύπωμαι τῆς δικαιοσύνης, ἥλιον τεκοῦσα Χριστόν, φωτί σου νῦν φώτισον, τὴν ἀμαυρωθεῖσαν καρδίαν μου.

Ἰατρεῖον σὺ πανύμνητε φωτοτόκε, φωτιστικὸν ὑπάρχουσα φώτισον τὸν νοῦν μου, λόγου φωτοφόρε σκηνή, καὶ ῥῦσαι τοῦ σκότους με, ἐν φωτὶ ἀΰλῳ σκηνοῦσά με.

Ὁλοτρόπως τῇ κακίᾳ κατεδουλώθην, ἀλλ’ ἐπὶ σοὶ προσφεύγω νῦν ὁ εσκοτισμένος, φώτισόν με πύλη φωτός, καὶ ῥῦσαι γεέννης με, καὶ φωτὸς ἀΰλου με ἔμπλησον.

Νομοθέτην ἡ τεκοῦσα καὶ φωτοδότην, τὴν χαλεπὴν ἀπέλασον σκοτίαν νοός μου, σοῦ τῶν πρεσβειῶν τῷ φωτί, καὶ σῶσόν με Δέσποινα τὸν μεμολυσμένον ἀμόλυντε.


ᾨδὴ ε΄.
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Φῶς εἶ τὸ ἐκ φωτός, ὑπὲρ Λόγον κυήσασα, φῶς δίδου μοι ἐπιστρέφειν ἐκ ζοφώδους ἁγνοίας, τὸν πίστει ανυμνοῦντά σε.

Ὡς οὖσα Χερουβίμ, καὶ Σεραφὶμ ὑπερτέρα, πανάχραντε Θεοτόκε, τὴν ψυχήν μου φωτί σου, φωτοκυῆτορ φώτισον.
Τίς δύναται νοεῖν, τοῦ φωτός σου τὸ ἄῤῥητον, ὑπέρφωτε Θεοτόκε, τῆς Τριάδος τὸν ἕνα, φρικτῶς γὰρ σὺ γεγέννηκας.

Ἰσότιμον Πατρί, τὸν Υἱὸν καὶ τῷ Πνεύματι, πανάχραντε φωτοδότην, ὑπὲρ Λόγον τεκοῦσα, φωτί με τούτου φώτισον.


ᾨδὴ στ΄.
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Στρέψον μου, εἰς χαρμονὴν τὸ πένθος πανύμνητε, καὶ τὴν τῶν νόσων ὀμίχλην, καὶ παθῶν ἁπάντων τὴν τρικυμίαν, εἰς γαλήνην καὶ τελείαν ὑγείαν μετάβαλε.

Οἴκτειρον ὡς συμπαθής, ἐμὲ τὸν ἀκάθαρτον, καθαρωτέρα οὖσα, λαμπηδόνων ἄχραντε τοῦ ἡλίου, καὶ φωτός μου τὴν καρδίαν ἐνθέου σου πλήρωσον.

Νεύσεσι, φωτιστικαῖς Παρθένε ὁδήγησον, τὸν σκοτισθέντα ἀθλίως, πρὸς τὸ φῶς τὸ ἄδυτον τοῦ Υἱοῦ Σου, καὶ τὸν λύχνον τῆς ψυχῆς μου σβεσθέντα ὑπάναψον.

Μόνην Σε, τιμιωτέραν ἔγνωμεν πάναγνε, τῶν Χερουβὶμ ὡς τεκοῦσαν, τοῦ φωτὸς τὸν πρύτανην Θεοτόκε, ὅν δυσώπει, πρὸς τὸ φῶς με σκήνωσον τὸ ἄδυτον.


ᾨδὴ ζ΄.
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ἐγὼ Παρθένε, ταῖς ἀνομίαις ὑπερβέβηκα, πάντα τοὺς πρὸς νόμου Πάναγνε ἀληθῶς, καὶ ἐν νόμῳ ἡ κυήσασα, φῶς τὸ ἀπρόσιτον, τῶν πταισμάτων μου σκότος ἀφάνισον.

Φθαρέντα κόσμον, ἀνακαινίζεις Μητροπάρθενε, Κόρη ἡ τεκοῦσα φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον, διὸ νῦν φώτισον τῆς ψυχῆς μου τὰ ὄμματα δέομαι.

Ὡραιοτάτην, Κυριοτόκε καὶ ὁλόφωτον, νῦν μου τὴν ψυχὴν ἀπέργασαι ἡ φρικτῶς, τοῦ Πατρὸς ἀποκυήσασα, σὺ τὸ ἀπαύγασμα, καὶ φωτὸς ἀϊδίου μὲ ἔμπλησον.

Τὴν συντριβήν μου, τὴν ψυχικὴν θεράπευσον Μαριάμ, ὄχημα φωτός, καὶ δίδου μοι πρὸς τὸ φῶς, τοῦ Υἱοῦ σου τὰς πορείας μου ποιεῖσθαι πάντοτε, ἵνα βλέψω τὸ φῶς τὸ ἀνέσπερον.

ᾨδὴ η΄.
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἰδοῦ σου τὸ φῶς τῶν πρεσβειῶν, ἡ φῶς κυήσασα βροτοῖς τὸ ἄῤῥητον, καὶ τὰς αἰσθήσεις μου ἄχραντε, τῆς ψυχῆς καταφωτίζουσαν καὶ τῆς ἁγνοίας τὸ δεινόν, σκότος ἐξαίρουσαν, ἵνα κράζω· φωτοκυῆτορ χαῖρε πανάμωμε.

Σκότος τῶν παθῶν μου φωτεινήν, νεφέλη ἔμψυχε, Μαρία πάναγνε, τῇ φωτοφόρῳ σου φώτισον, ἱκεσίᾳ Μητροπάρθενε, καὶ καταλάμπρυνον τὸν νοῦν, ἵνα σωζόμενος ἀνακράζω· φωτοκυῆτορ χαῖρε πανάσπιλε.

Ὄλβιος καὶ πλήρης φωτισμοῦ, ἡ σὴ πανάχραντε πρεσβεία πέφυκε, τοῦ κόσμου πάντα τὰ πέρατα, φωταυγίζουσα πανύμνητε, καὶ τὰς καρδίας τῶν πιστῶν, καταλαμπρύνουσα τῶν βοώντων· φωτογεννῆτορ χαῖρε ἀμόλυντε.

Ὕμνος σοὶ ἐπάξιος οὐδείς προσενεχθήσεται Κόρη ὁλόφωτε, σὺ γὰρ πανάχραντε τέτοκας, φωτοδότην ὑπὲρ ἔννοιαν, καταφωτίζοντα ψυχὰς Χριστὸν τὸν Κύριον τῶν βοώντων· φωτοκυῆτορ χαῖρε παντάνασσα.




ᾨδὴ θ΄.
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἄχραντε φωτόνυμε Κόρη, τῇ φωτοφόρῳ σου πρεσβείᾳ, φώτισον νοός μου τὰς κόρας, καὶ τὰς αἰσθήσεις πάσας τοῦ σώματος, ἵνα τὸ φῶς θεάσωμαι, τοῦ φωτοδότου καὶ Σωτῆρός μου.

Μόνος ὑπερέβην Παρθένε τῶν γηγενῶν τὴν πᾶσαν φύσιν, ἐν ταῖς ἀσωτίαις καὶ ὤφθην, κτηνῶν ἀλόγων ἀνοητότερος, ἀλλὰ φωτί με φέρομαι, τῶν πρεσβειῶν σου φωταγώγησον.

Ἥμαρτον ὁ τάλας Παρθένε, ὑπερβαλλόντως ἀλλὰ σύ με, φώτισον καὶ ῥῦσαι τοῦ σκότους τοῦ αἰωνίου καὶ καθοδήγησον, πρὸς τὴν ζωὴν τὴν ἄῤῥευστον, καὶ τὴν οὐράνιον ἀπόλαυσιν.

Νύμφη παναμώμητε χαῖρε, χαῖρε ἀνύμφευτε Παρθένε, χαῖρε τῶν Ἀγγέλων ἡ δόξα, καὶ Αποστόλων χαῖρε τὸ καύχημα, χαῖρε Μαρτύρων στέφανε, καὶ τῶν Ὁσίων ἀγαλλίαμα.

1 σχόλιο: